Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· ὑπερ τῶν υἱῶν Κόρε ψαλμός.
  • ΙΙάντα τὰ ἔθνη κροτήσατε χεῖρας.
  • ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
  • ὅτι Κύριος Ὕψιστος φοβερός.
  • βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
  • ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
  • ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,
  • τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. διάψαλμα.
  • ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ,
  • Κύριος ἐν φωνῇ σάλπιγγος.
  • ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε·
  • ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε·
  • ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός,
  • ψάλατε συνετῶς.
  • ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη,
  • ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
  • ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ,
  • ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.