Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· ὑπερ τῶν υἱῶν Κόρε ψαλμός.
  • ΙΙάντα τὰ ἔθνη κροτήσατε χεῖρας.
  • ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
  • ὅτι Κύριος Ὕψιστος φοβερός.
  • βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
  • ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
  • ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,
  • τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. διάψαλμα.
  • ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ,
  • Κύριος ἐν φωνῇ σάλπιγγος.
  • ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε·
  • ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε·
  • ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός,
  • ψάλατε συνετῶς.
  • ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη,
  • ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
  • ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ,
  • ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.
  • [*](9 ιδετε] ιδατε A pr και U+05D0c.aART | Κυριου] pr του R του θυ U+05D0c.aAT U+05D0ART 10 ανταναιρων (-νερων T)] αντανελων A | της γης] om γης A | συνκλασει (συγκλ. Bᵃᵇ)] συ|θλασει T 11 θεος] κυριος R | υψωθησομαι 2⁰] pr και R 12 om Κυριος A* (hab κς Aᵃ?(mg)) Κυριος ο θεος U+05D0R* — Stich 23 BAT 22 U+05D0 2o R XLVI 1 om εις το τελος R | om υπερ των υιων Κορε A τοις υιοις Κορε R | ψαλμος] + τω Δαδ ART 3 Κυριος] ο θεος R 4 υπεταξεν] υπαταξεν A* επαταξεν A?ᵛⁱᵈ | τας ποδας A 5 αυτου] εαυτου U+05D0ART | om διαψαλμα AT 6 αναλαγμω A 9 εβας. inc stich in R | ο θεος (1⁰)] Κυριος R* | τα εθνη] pr πανια AR — Stich 16 BAT 17 U+05D0 15 R)
    274
    [*](B)

  • Ψαλμὸς ᾡδῆς τοῖς υἱοῖα Κόρε, δευτέρᾳ σαββάτου.
  • Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα
  • ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ,