Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε, ὑπὲρ τῶν
  • κρυφίων ψαλμός.
  • Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις.
  • βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
  • διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν
  • καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
  • ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν,
  • ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα.
  • τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ·
  • ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
  • ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται
  • βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ.
  • ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι·
  • ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.
  • Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν,
  • ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. διάψαλμα.
  • [*](U+05D0ART)[*](15 αυτης 1⁰] αυτου A | αι πλησιον] οι πλ. A 17 εγεννηθησαν] εγενη- θησαν BᵇART εγενηθη U+05D0 | om σοι T | υιοι] + σου U+05D0c.a T | καταστησης T 18 μνησθησονται] pr και U+05D0*A μνησθήσομαι U+05D0c.a R¹T | σου του ονοματος U+05D0 | om λαοι A*ᵛⁱᵈ (δια τουτο λ. in ᵐg et sup ras Aa) — Stich 41 BAT 39 U+05D0 37 R XLV 1 om εις το τελος...κρυφιων A | υιων Κορε υπερ των κρυφιων] κρ. τοις υιοις Κ. U+05D0 | ψαλμος] pr του Δαδ A + τω Δαδ T 3 εν καρδιαις θαλασσων c seqq coniung U+05D0 4 εταραχθησεν (1°) R* | υδατα ουτων] κυματα U+05D0* (υδ. αυτ. U+05D0c.ᵃ) των sup ras R? | εταραχθησαν 2⁰] εταραχθη A | αυτου] ουτων U+05D0* (αυτου U+05D0c. ᵃ) | om διαψαλμα T 6 ου] pr και U+05D0c.a T | βοηθησαι U+05D0 | τω προσωπω] το (τω U+05D0c.ᵃ) προς πρωι πρωι BᵇU+05D0c.aA T πρωι πρωι Rᵃ 7 εκλι- ναν] post ε ras 1 lit (forte κ) A? | αυτου] + ο υψιστος U+05D0c.a (om U+05D0c. ᵇ) ART | εσαλευθη] pr και R 8 om διαψαλμα A *ᵛⁱᵈ (hab διαψ Aᵃ(ᵐᵍ) T)
    273

  • δεῦτε, ἴδετε τὰ ἔργα Κυρίου,
  • [*](B)
  • ἂ ἔθετο τέρατα ἐπὶ τῆς γῆς·
  • ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς.
  • τόξον συντρίψει καὶ συνκλάσει ὅπλον,
  • καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
  • σχολάσατε, καὶ γνῶτε ὅτι ἐγὼ εἰμι ὁ θεός·
  • ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
  • Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν,
  • ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.