Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅλην τὴν ἡμέραν ἡ ἐντροπὴ μου κατεναντίον μού ἐστιν,
  • καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με,
  • ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος,
  • ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.
  • ταῦτα πάντα ἦλθεν ἐφʼ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου.
  • καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου·
  • καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν,
  • καὶ ἐξέκλινας τοὺς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.
  • ὄτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως,
  • καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.
  • εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν,
  • καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον.