Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα;
  • αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.
  • ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν,
  • ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
  • ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε
  • ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
  • ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις
  • ἐπιλανθάνῃ τῆς πτωχίας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν
  • ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν,
  • ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.
  • ἀνάστα, Κύριε, βοήθησον ἡμῖν
  • καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.