Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • μακάριος ἀνὴρ οὗ ἐστιν τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ,
  • καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.
  • πολλὰ ἐποίησας σύ, Κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου.
  • καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεται·
  • ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπέρ ἀριθμόν.
  • θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,
  • σῶμα δέ κατηρτίσω μοι·
  • ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας.