Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι
  • καὶ εἰσήκουσεν τῆς δεήσεως μου·
  • καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας
  • καὶ ἀπὸ πηλοῦ ἰλύος,
  • καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου,
  • καὶ κατηύθυνεν τὰ διαβήματά μου·
  • καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν,
  • ὕμνον τῷ θεῷ ἡμῶν·
  • ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.