Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ψαλμὸς τῷ Δαυείδ· εἰς ἀνάμνησιν περὶ σαββάτου.
  • Κύριε. μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.
  • μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
  • ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι,
  • καὶ ἐπεστήρισας ἐπʼ ἐμέ τὴν χεῖρά σου·
  • καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,
  • οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν
  • ἁμαρτιῶν μου.
  • ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλὴν μου.
  • ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ.
  • προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου
  • ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·
  • ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους,
  • ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην·
  • ὅτι ἡ ψυχή μου ἐπλήσθη ἐνπαιγμῶν,
  • καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.
  • ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα,
  • ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
  • καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου,
  • καὶ ὁ στεναγμός μου οὐκ ἐκρύβη ἀπὸ σοῦ.
  • ἡ καρδία μου ἐταράχθη,
  • ἐνκατέλιπέν με ἡ ἰσχύς μου,
  • καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετʼ ἐμοῦ.
  • οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ
  • ἔστησαν,
  • καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν·
  • [*](XXXVII 1 om εις R* | αμνησιν A | om περι R | σαββατου] pr του AR U+05D0ART ελεγξεις A 3 επεστηριξας T | χειραν R 4 om και U+05D0ART | om εν U+05D0* (hab U+05D0c.a) | τοις οστεοις] pr εν AT 5 om βαρυ A 8 η ψυχη] αι ψυχαι U+05D0c.a αι ψυαι AT αι ψοαι R | επλησθησαν U+05D0c.a ART | εμπαιγμων BabU+05D0* R* | εμπαιγματων U+05D0c.a T ενπεγματων A | om εν U+05D0* (hab U+05D0c.a) 9 ωρυομενον Rvⁱᵈ 10 και 1⁰] κε U+05D0AΤ om R | μου 1⁰] σου R | απο σου ουκ κρυβη U+05D0ΑR* α. σ. ο. απεκρυβη T 11 εγκατελιπεν BᵃᵇU+05D0 ενκατελειπεν AT (εν- καγελ. Τεδιτ) | μου 3⁰] + και αυτο U+05D0c.ᵃAΤ 12 μακροθεν] pr απο U+05D0c.a ABT)

    262
    [*](B)

  • καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχὴν μου.
  • καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας,
  • καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
  • ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον,
  • καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
  • καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων
  • καὶ οὐκ ἔχων ἐν στόματι αὐτοῦ ἐλεγμούς.
  • ἰτι ἐπὶ σὲ ἤλπισα, Κύριε·
  • σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου.
  • ὅτι εἶπα Μή ποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου,
  • καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπʼ ἐμέ ἐμεγαλορημονησαν.
  • ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος,
  • καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός.
  • ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ,
  • καὶ μεριμνήσω ὑπέρ τῆς ἁμαρτίας μου.
  • οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπέρ ἐμέ,
  • καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·