Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • δανίζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει
  • ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ
  • ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν,
  • οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.
  • παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται.
  • καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει·
  • ὅταν πέσῃ οὐ καταραχθήσεται,
  • ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
  • νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα,
  • καὶ οὐκ ἴδον δίκαιον ἐνκαταλελιμμένον
  • οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
  • ὅλην τὴν ἡμέραν ἐλεῷ καὶ δανίζει,
  • καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.
  • ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν,
  • καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος.
  • ὅτι Κύριος ἀγαπῷ κρίσιν,
  • καὶ οὐκ ἐνκαταλείψει τοὺς ὁσίους αὐτοῦ,
  • [*](15 εισελθοι] εισελθατω R | την καρδιαν] ψυχην U+05D0* τας καρδιας U+05D0c.a | συν. U+05D0ART τριβειη U+05D0c.aA (-βίη) R 17 Κυριος BU+05D0*c.bR*] pr ο U+05D0c.aARa 18 τον αιωνα] om τον U+05D0c.a A 20 τω δοξασθηναι] του δοξ. R | εκλιποντες B*ᵇ⁽ᵛⁱᵈ)U+05D0] εκλειποντες BᵃAT | εξελειπον AΤ 21 δανειζ. Bᵃᵇ (item 26) | διδοι] διδωσιν U+05D0c.a (διδοι U+05D0c.b AT 22 κληρονομησουσιν RT | εξολεθρ.U+05D0ART T 23 τα διαβ. ανθρωπου (ἄνου sic Τ) κατευθ.] κατευθ. τα διαβ. ανδρι U+05D0* τα δ. ανδρι κατευθ. U+05D0c.a | θελησει] + σηφοδρα ART 24 πεσειται R 25 ειδον BᵃᵇA | εγκαταλελειμμ. Bᵃᵇ εγκαταλελιμμ. A | ζητειν R 26 ελεει BᵃᵇA | δανιζει] + ο δικαιος AT 27 om αιωνος U+05D0* (hab U+05D0c.a) 28 εγκαταλειψ. BabA)
    260
    [*](B)
  • εἰς τὸν αἰῶνα φυλαχθήσονται·
  • ἄμωμοι ἐκδικηθήσονται,
  • καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.
  • δίκαιοι δέ κληρονομήσουσι γῆν,
  • καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπʼ αὐτῆς.
  • στόμα δικαίου μελετήσει σοφίαν,
  • καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν·
  • ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ,
  • καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.
  • κατανοήσει ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν·
  • ὁ δὲ κύριος οὐ μὴ ἐνκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ,
  • οὐδὲ μὴ καταδικάσῃ αὐτὸν ὅταν κρίνηται αὐτῷ.
  • ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ,
  • καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν,
  • ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ.
  • εἶδον ἀσεβῆ ὑπερυψούμενον
  • καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
  • καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν·
  • καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.
  • φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα,
  • ὅτι ἐστὶν ἐνκατάλιμμα ἀνθρώπῳ εἰρηνικῷ.
  • οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό,
  • τὰ ἐνκαταλίμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται.
  • σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίῳ,
  • καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως·
  • καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτούς,
  • [*](U+05D0ART)[*](28 αιωνα] ν sup ras Aᵃ | φυλαχθησονται] φ sup ras Aa | αμωμοι εκδικη- θησονται] ανομοι δε εκδιωχθησονται U+05D0c.ᵃ (ras ανομοι δε U+05D0c.b) ART | εξολεθρ. U+05D0AT 29 om δε U+05D0* (hab U+05D0c.ᵃ) | κληρονομησουσιν ART 30 μελε- τηση T | λαλησει] μελετησει U+05D0* (λαλ. U+05D0c.a) 31 υποσκελισθησονται R 32 κατανοει U+05D0ART 33 εγκαταλιπη BᵃᵇU+05D0Rᵛⁱᵈ εγκαταλειπη A ενκατα- λειπη T ουδε] ουδ ου A | καταδικαση T (-σαι B)] καταδικασηται U+05D0ARᵛⁱᵈ | om οταν A | κρινεται A 34 την οδον] τας οδους R | την γην] om την Bᵃᵇ U+05D0ART | εξολεθρευοσθαι (εξολοθρ. B?)] εξολεθρευσαι R | οψει Bᵃᵇ 35 ιδον T | ασεβη] pr τον U+05D0c.ᵃ (ras U+05D0c. ᵇ) AT | της Λ. R* fort 36 ηυρεθη T 37 ακακακιαν T* | εγκαταλειμμα BᵃᵇA 38 εξωλεθρ. B* εξολοθρ. Bᵃb (εξο- λεθρ. U+05D0ART) bis | εγκαταλειμματα BᵃᵇA εγκαταλιμματα U+05D0 39 Κυριω] κυ U+05D0c.a AR*T | om εστιν U+05D0* (hab U+05D0c.ᵃ) 40 om και βοηθησει ...αυτους (1⁰) U+05D0* (hab κ βοηθησι αυτοις κς και ρυσεται αυτους U+05D0c.a | βοηθηση Τ | αυτοις] αυ- τους R* | ρυσηται T — Stich 88 B 86 U+05D0A 85 E)
    261
  • καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι
  • [*](B)
  • ἤλπισαν ἐπʼ αὐτόν.