Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.
  • ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου
  • καὶ ἔλπισον ἐπʼ αὐτόν, καὶ αὐτὸς ποιήσει·
  • καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου,
  • καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν.
  • ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν·
  • μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ζωῇ αὐτοῦ.
  • ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας.
  • παῦσαι ἀπὸ ὀργῆς καὶ ἐνκατάλιπε θυμόν.
  • μὴ παραζήλου ὤστε πονηρεύεσθαι.
  • ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται,
  • οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
  • καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλός,
  • καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς·
  • οἱ δέ πρᾳεῖς κληρονομήσουσιν
  • καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.