Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου,
  • καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς.
  • ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.
  • ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
  • παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε,
  • καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.
  • μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας,
  • καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με.
  • ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
  • ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.
  • Τοῦ Δαυείδ.
  • Μὴ παραζήλου ἐν πονηρευομένοις,
  • μηδέ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·
  • [*](4 συνιεναι] συνειναι U+05D0* (συνειεναι U+05D0c.a) 5 ελογισατο] διελογισατο U+05D0AR | U+05D0AR τη δε κακια] κακια δε U+05D0c.ᵇAR 7 om και 1⁰ BᵃᵇᵍU+05D0AR | δικαιοσυνη] + σου U+05D0A | ωσει 1⁰] ως U+05D0c.aA | om ωσει 2⁰ U+05D0AR 8 οι δε] οιδε οι A | εν σκεπη BU+05D0c.a A] εις σκεπην U+05D0* R* fort 9 πιοτητος] pr της R* | του οικου] om του A | om σου 1⁰ U+05D0c.a 12 ελθατω AR | αμαρτωλου U+05D0c.a A | μη σαλευσοι] μη σαλευσει U+05D0c.a (-σι) A ου σαλευσει R 13 επεσαν U+05D0c.a AR | om παντες U+05D0* (hab U+05D0c.a) — Stich 26 BU+05D0AR XXXVI 1 του Δ.] εις το τελος ψαλμος τω Δ. A τω Δ. Rfort)
    258
    [*](B)

  • ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται,
  • καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.
  • ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα,
  • καὶ κατασκήνου τὴν γῆν
  • καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς.