Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ
  • τοῖς εὐθέσι πρέπει αἴνεσις.
  • ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ,
  • ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ·
  • ᾄσατε αὐτῷ ᾆσμα καινόν,
  • καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
  • ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου,
  • καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
  • ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν,
  • τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.
  • τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,
  • καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·
  • συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης.
  • τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
  • φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ,
  • ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
  • ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν·
  • αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
  • Κύριος διασκεδάζει βουλὰς ἐθνῶν,
  • ἀθετεῖ δὲ λογισμοὺς λαῶν,
  • καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·
  • ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
  • λογισμοὶ τῆς καρδίας αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς.
  • [*](11 ευφραθησητε R*ᵛⁱᵈ (ευφρανθητε Rᵃ) — Stich 25 BU+05D0 26 A 24 R U+05D0ARU XXX II 1 τω Δ.] + ψαλμος ανεπιγραφος παρ Εβραιοις Ra) | εν τω κυριω] εν κω U+05D0c. ᵃ των κν U | πρεπει] pro ε 2⁰ al lit coep B* | αινεσις] pr η A 3 om ασατε αυτω ασμα καινον R* | ψαλατε] + αυτω U+05D0c. ᵃ (ras U+05D0c. ᵇ) RU 5 κρισιν] + ο κς U+05D0c. ᵃ (om U+05D0c. ᵇ) A | Κυριου] pr του U 6 τω λογω] pr και U | του κυριου] om του U+05D0AR αυτου | πασαι] [αι δυ]ναμεις U 7 συναγων] pr ο U | ωσει U+05D0c.a (ως U+05D0*c.ᵇ) A ως εις R* | τιθεις] pr ο U | αβθσσοις U+05D0c.a A?) (αβυσσους U+05D0*c.ᵇA?) 8 σαλευθητωσαν] σαλευθητω η|...πασα και U | την οι- κουμενην] εν αυτη U 9 εκτισθ. sup ras Rᵃ 10 διασκεδασει U | βουλας 1°] βουλην | αθετει] αθετησει U (bis) | om και αθετει βουλας αρχοντων U+05D0*) (hab και αθετι β. αρχ. U+05D0c. a) 11 του κυριου] om του U | απο γενεων εις γενεας] εις γενεαν και γενεαν U+05D0c.aAU εις τον αιωνα του αιωνος R)
    253
    [*](B)

  • μακάριον τὸ ἔθνος οὗ ἐστιν Κύριος ὁ θεὸς αὐτοῦ,
  • λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
  • ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος,
  • εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·
  • ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ
  • ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
  • ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν,
  • ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.
  • οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν,
  • καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ·
  • ψευδὴς ἵππος εἰς σωτηρίαν,
  • ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.
  • ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν,
  • τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ,
  • ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν,
  • καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
  • ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ,
  • ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·