Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου,
  • σῶσόν με ἐν τῷ ἐλέει σου.
  • Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε·
  • αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ἅδου.
  • ἄλαλα γενηθήτωσαν τὰ χείλη τὰ δόλια,
  • τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν
  • ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.
  • ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε,
  • ἧς ἔκρυψας τοῖς φοβουμένοις σε·
  • ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ
  • ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.
  • κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου
  • ἀπὸ ταραχῆς ἀνθρώπων·
  • σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
  • εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει
  • περιοχῆς.
  • ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου
  • Ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου·
  • διὰ τοῦτο εἰσήκουσας, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου
  • ἐν τῷ κεκραγέναι με πρὸς σέ.
  • ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ,
  • ὅτι ἀληθείας ἐκζητεῖ Κύριος.
  • καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
  • ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν,
  • πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.
  • [*](16 om εκ 2⁰ U 17 τω προσωπον U* (το πρ. U¹) 18 οι ασεβεις] U+05D0ARU om οι U+05D0c.ᵃA | αδου] τον αδην U 19 γενηθητω U+05D0ARU 20 τω πλ. U | om Κυριε U+05D0 | εξειργαζω U | σε 2⁰] σοι A 21 κατακρυψεις] pr και AU | αποκρύφοις U+05D0* (-φω U+05D0c.a | ανθρωπων BU+05D0c.a RU (ανθρωπον)] ανσυ U+05D0* | σκηνη] σκηπη Uedit | αντιαντιλογιαν (sic) U* (ς pro ν 3⁰ U?) 22 αυτου] +επ εμε U 23 απεοριμαι B*U+05D0*U (απερριμμ. Bc?U+05D0c.a AR) | om αρα U+05D0c.a | om ποοσωπου U+05D0* (hab U+05D0c.a ) | σου] σ rescr A¹ (μου A*) | εισηκουσεν A¹ (-σας A*fort) | om Κυριε U+05D0AU | δεεσεως U 24 om οτι U+05D0* (hab U+05D0c. ᵃ) | Κυριος] pr ο A | ανταποδιδωσιν] δ 2⁰ rescr A¹ ανταποδωσει U | υπερ- ηφανια U 25 οι sup ras Rᵃ οιλπ. U | Κυριον] pr τον U+05D0 — Stich 63 B 59 U+05D0R 62 A)
    [*](Β)
    250
  • Συνέσεως τῷ Δαυείδ.
  • Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,
  • καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
  • μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν,
  • οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
  • ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου
  • ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν.
  • ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπʼ ἐμέ ἡ χείρ σου,
  • ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐνπαγῆναι ἄκανθαν.
  • διάψαλμα.
  • τὴν ἁμαρτίαν μου ἐγνώρισα,
  • καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα·
  • εἶπα Ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ κυρίῳ,
  • καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. διάψαλμα.
  • ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σέ ἐν καιρῷ εὐθέτῳ·
  • πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ
  • ἐγγιοῦσιν.
  • σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με·
  • τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.
  • διάψαλμα.
  • συνετιῶ σε καὶ συνβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ,
  • ἐπιστηριῶ ἐπὶ σέ τοὺς ὀφθαλμούς μου.
  • μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις·
  • ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι
  • τῶν μὴ ἐγγιζόντων πρὸς σέ.
  • πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ,
  • τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.
  • [*](U+05D0ARU)[*](XXXI 1 συνεσεως τω Δ.] τω Δ. συνεσεως U+05D0RU ψαλμος τω Δ. A | αφει- θησαν U+05D0 αφθεισαν U | απεκαλυφθησαν U 2 ου 1⁰] ω U+05D0c.a R* | om ου R 3 εσιγησα οτι U | απο του κρ.] εν τω κρ. 4 ενπαγηναι B* R (εμπ. BᵃᵇU+05D0U)] παγηναι A | ακανθαν] pr μοι A pr μου R pr με ως U | om διαψαλμα A 5 αμαρτιαν 1⁰] ανομιαν U+05D0c. ᵃA | ανομιαν] αμαρτιαν U+05D0c.aA | εκαλυψα] εκρυψα U | την κατ εμου αμ. | αμαρτιαν 2⁰] ανομιαν U+05D0ΑR 6 πας οσιος προς σε BU+05D0*c.ᵇ] προς σε πας οσιος U+05D0c.ᵃARU) | ουτων | εγγιουσιν (ενγ. B* εγγ. Bᵇ)] + διαψαλμα R 7 τον κυκλ. 8 συμβιβω BᵃᵇU+05D0 συμβιβασω U | ταυτην U 9 ημιονος] ως ημινονοσι (sic) | χαλινω και κημω (κιμω Bᵇ)] κημω και χαλινω U+05D0c.aA | αγξαι] αγξης U+05D0c.aR αγξις A | εγγιζοντον 10 μαστιγγες U | τους αμαρτωλου U | επι κν bis scr A* (sign adpinx Aᵇ))
    251

  • εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι·
  • [*](B)
  • καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.