Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου·
  • ἐλυτρώσω με, Κύριε ὁ θεὸς τῆς ἀληθείας.
  • ἐμίσησας τοὺς φυλάσσοντας ματαιότητας διὰ κενῆς·
  • ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα.
  • ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου.
  • ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου,
  • ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχὴν μου·
  • καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ,
  • ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
  • ἐλέησόν με. Κύριε, ὅτι θλἰβομαι·
  • ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου.
  • ἡ ψυχή μου καὶ ἡ γαστήρ μου,