Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωὴ μου.
  • καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς·
  • ἠσθένησεν ἐν πτωχίᾳ ἡ ἰσχύς μου.
  • καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
  • παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος,
  • καὶ τοῖς γείτοσίν μου σφόδρα,
  • καὶ φόβος τοῖς γνωστοῖς μου·
  • οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπʼ ἐμοῦ·
  • ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας,
  • ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.
  • ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν·
  • ἐν τῷ συναχθῆναι αὐτοὺς ἄμα ἐπʼ ἐμὲ
  • τοῦ λαβεῖν τὴν ψυχὴν μου ἐβουλεύσαντο.
  • ἐγὼ δὲ ἐπὶ σέ ἤλπισα, Κύριε·
  • εἶπα Σὺ εἶ ὁ θεός μου.