Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ, ἐκστάσεως.
  • Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα·¶
  • [*](¶ T)
  • ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
  • κλῖνον πρὸς μέ τὸ οδς σου,
  • τάχυνον τοῦ ἐξελέσθαι με·
  • γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν,
  • καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.
  • ὅτι κραταίωμά μου καὶ καταφυγὴ μου εἶ σύ,
  • καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με.
  • [*](7 ειπον TU 8 τω θεληματι] λ sup ras Aᵃ? το θεληματι U | παρεσχου U+05D0ARTU TU | απεστρεψας] εκτρεψας R | om δε R 9 κεκραξομαι] εκεκραξα R* (κεκραξομαι Rᵃ) καικραξ. | δεηθησομαι] εδεηθην R* (δεηθησ. Rᵃ) 10" ωφελεια BᵃᵇU | καταβηναι] καταβαινιν U+05D0c.a | διαφθοραν] pr την U | οι U* (σοι U¹) | η) μη U 11 Κυριος 2⁰| pr και U+05D0* (om U+05D0c.ᵃ) κε U 12 εστραψας U | μου 1⁰)+ κε U+05D0c.a 13 δοξα] δεξια U | εις] ει U — Stich 25 B 23 U+05D0AR 22 T XXX 1 om εκστασεως U+05D0 2 ηλπισα U | εις) ει U | εν τη δικ.| pr και U+05D0* (om U+05D0c.ᵃ) | om και εξελου με U+05D0 3 του ους U | εις 2⁰] οις A 4 κραταιωσις U+05D0AU | om μου 1⁰ U+05D0U | καταφυγην U | om και 2⁰ U | ενενκεν U | σου] σ rescr A¹)
    248
    [*](B)

  • ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι,
  • ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου.
  • εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου·
  • ἐλυτρώσω με, Κύριε ὁ θεὸς τῆς ἀληθείας.
  • ἐμίσησας τοὺς φυλάσσοντας ματαιότητας διὰ κενῆς·
  • ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα.
  • ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου.
  • ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου,
  • ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχὴν μου·
  • καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ,
  • ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
  • ἐλέησόν με. Κύριε, ὅτι θλἰβομαι·
  • ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου.
  • ἡ ψυχή μου καὶ ἡ γαστήρ μου,
  • ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωὴ μου.
  • καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς·
  • ἠσθένησεν ἐν πτωχίᾳ ἡ ἰσχύς μου.
  • καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
  • παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος,
  • καὶ τοῖς γείτοσίν μου σφόδρα,
  • καὶ φόβος τοῖς γνωστοῖς μου·
  • οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπʼ ἐμοῦ·
  • ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας,
  • ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.