Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐνκαινισμοῦ
  • τοῦ οἴκου, τοῦ Δαυείδ.
  • Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με,
  • καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπʼ ἐμέ.
  • Κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με·
  • Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,
  • ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
  • ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ,
  • καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
  • ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,
  • καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ·
  • [*](U+05D0ARTU)[*](4 ισχυι] δυναμει R* | μεγαλοπρεπεια BᵃᵇU+05D0U) 5 συντριψει] pr και U+05D0c.aTU 6 αυτα R | μονοκερωτος U 7 φλογαν A 8 συνσιοντ. B* T (συνσειοντ. BᵃU+05D0U) συσειοντ. A (σ 2⁰ rescr A¹) συσσειοντ. Bᵇ | ερημον 1⁰] pr τη U | συν- σισει B*U+05D0 (? R) T συνσεισ. Bᵃ (? R) U (συνσεισε) συσσεισει BᵇA pr και U+05D0ΡΤ | τηρημον Rᵛⁱᵈ 9 καταρτιζομενου] -μενη Bᵇfort (non inst ου) U+05D0c.a RT | δοξαν] την δ. αυτου U 10 om και U* (hab U¹) | καθιεται B*U+05D0* U (καθιειται BᵃᵇU+05D0c.a A [-τε] RT) | βασιλευσει U 11 Κυριος 1⁰] και U | τον λαον] τον λαω U | αυτουν U* (αυτ. εν U¹) | εν ειρηνη] εις τον αιωνα R* — Stich 24 BU+05D0T 23 AR XXIX 1 om εις το τελος U+05D0AT | ψ. ωδης] υπερ R | τωδης U+05D0* (om τ U+05D01?) | εγκαινισμου BᵇU+05D0U) | του οικου] om του U | του Δ.] τω U+05D0Δ. Δ. RU Bᵛiᵈ | την μνημην U | αγιοσυνης T 6 τω θυμω] αυlτω θ. U)
    247
  • τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός,
  • [*](Β)
  • καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
  • ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
  • Κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν·
  • ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
  • πρὸς σέ, Κύριε, κεκράξομαι,
  • καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι.
  • τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν ;
  • μὴ ἐξομολογήσεταί σοι χοῦς.
  • ἡ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
  • ἤκουσεν Κύριος καὶ ἠλέησέν με,
  • Κύριος ἐγενήθη βοηθός μου.
  • ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί,
  • διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
  • ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.
  • Κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.