Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια
  • τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
  • ἔνεκα τοῦ ὀνόματός σου, Κύριε,
  • καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν.
  • τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον;
  • νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο·
  • ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται,
  • καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
  • κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ τὸ ὄνομα Κυρίου τῶν φοβουμένων αὐτόν,
  • καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς·
  • οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον,
  • ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
  • ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με,
  • ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
  • αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν,
  • ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
  • ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου,
  • καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
  • ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν,
  • καὶ μῖσος ἄδικον ἐμίσησάν με.
  • φύλαξον τὴν ψυχὴν μου καὶ ῥῦσαί με·
  • μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
  • ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
  • λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.