Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην,
  • καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ.
  • δοκίμασόν με, Κύριε, καὶ πείρασόν με,
  • πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
  • ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν,
  • καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
  • οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος,
  • καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω.
  • ἐμίσησα ἐκκλησίαν πονηρευομένων,
  • καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
  • νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου,
  • καὶ κυκλώσω τὸ θυσιαστήριόν σου·
  • τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως,
  • καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
  • Κύριε, ἠγάπησα εὐπρεπίαν οἴκου σου
  • καὶ τόπαν σκηνώματος δόξης σου.
  • μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου.
  • καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωὴν μου·
  • ὧν ἐν χερσὶν ἀνομίαι,
  • ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
  • ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην·
  • λύτρωσαί με καὶ ἐλέησόν με.
  • ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι·
  • ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.