Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
  • εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν·
  • ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με·
  • τὴν ψυχήν μου ἐπέστρεψεν.
  • [*](U+05D0ARU)[*](24 φοβηθητωσαν] φοβηθητω δη U+05D0c.a | αυτον] απ αυτου U+05D0c.aU 25 την δεησιν R | εισηκουσεν] επηκουσεν A 26 σου] σοι U | μεγαλη] + εξομολογη- σομαι σοι U+05D0c.a R* | αποδωσω] pr τω κω U+05D0c.a (ras U+05D0c.b? R | ενωπιον] εναντιον R | των φοβ.] pr παντων AR*U 27 εμπλησθησονται] εμπλησ sup ras Aᵃ ενπλ. R | αινεσουσι | Κυριον] pr τον U | ζησεται U | αι καρδιαι] η καρδια U 28 προς] τον U | περα A 29 om και U | των εθν.] pr παντων U 30 προσ- πεσουνται U | την γην] om την U+05D0c.a | η ψυχη] ε -χην U | ζη] ζωη U 31 μου] αυτου A 32 αναγγελουσι U | ο κυριος] om ο U+05D0AR* — Stich 68 B 65 U+05D0 66 AR XXII 1 ποιμαινει BU+05D0c.a RU] ποιμανει U+05D0*A | με 2⁰] pr ου μη U+05D0U | υστερηση U+05D0 2 κατεστη R* | επι] εφ U εξεθρεψε | B* εξεθρεψε με Bᵇ (με Bᵃ ᵛiᵈ))
    239
  • ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης
  • [*](B)
  • ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
  • ἐάν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου,
  • οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετʼ ἐμοῦ εἶ·
  • ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.
  • ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με·
  • ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου,
  • καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς
  • καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
  • Ψαλμὸς τῷ Δαυείδ· τῆς μιᾶς σαββάτων.
  • Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,
  • ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.
  • αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν,
  • καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
  • τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου,
  • καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
  • ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ,
  • ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ,
  • καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.
  • οὗτος λήμψεται εὐλογίαν παρὰ Κυρίου,
  • καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ.
  • αὕτη ἡ γενεὰ ζητούντων αὐτόν,
  • ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. διάψαλμα.