Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • διδάσκων χεῖράς μου εἰς πόλεμον,
  • καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·
  • καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου,
  • καὶ ἡ δεξιά σου ἀντελάβετό μου·
  • καὶ ἡ παιδία σου ἀνώρθωσέν με εἰς τέλος,
  • [*](25 μου 2°] + ανταποδωσει μοι AR 26 μετα 1°] και τα U | οσιωθηση] U+05D0ARU οσιος εση U+05D0c.ᵃR | και μετα bis scr U | αθωος εση] αθωοθηση U 27 εκλεκτος] εκλεκτως U 28 λαον] pr τον | σωσεις] υψωσεις U 30 συ B* (σοι Bᵃᵇ) | ρυθησομαι U | τειχος] τιχον U 31 πεπυρωμενα] περιεργυρώ- μένα (sic) U 32 πλην 1°] παρεξ U+05D0U (παρξ) | om και τις θεος πλην του θεου U | και] η U+05D0c.a R 34 ο καταρτιζομενος] om ο U+05D0 ο καταρ- τιζων AU | ως] ωσει U+05D0c.ᵃR | ελαφου] ελαφους ARavid ελαφων U 35 διδασ. κων] pr ο RU | τοξον] pr εις U | βραχιονας] post α 1° ras 1 lit et χιο sup ras Aa βραχειωνας U 36 om μου 1° | αντιλαβοιτο Rvid αντιλαβετο U | παιδεια (bis) BᵃᵇU) | ανωρθωσεν] αναρθωσεν ανορθωσεν U | om εις τελος...διδαξει U+05D0* (hab U+05D0c.ᵃ))
    232
    [*](B)
  • καὶ ἡ παιδία σου, αὐτὴ με διδάξει.
  • ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου,
  • καὶ οὐκ ἠσθενησαν τὰ ἴχνη μου.
  • καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτούς,
  • καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσιν·
  • ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι,
  • πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
  • καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον,
  • συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾿ ἐμὲ ὑποκάτω
  • μου.
  • καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον,
  • καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας.
  • ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων·
  • πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
  • καὶ λεπτυνῶ αὐτοὺς ὡς χνοῦν κατὰ πρόσωπον ἀνέμου,
  • ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
  • ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ,
  • καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν·
  • λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι,
  • εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι·
  • υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
  • υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν
  • καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
  • ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ θεός μου,
  • καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου·
  • ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί,
  • καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμέ,