Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυεἰδ, ἃ
  • ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης
  • ἐν ἡμέρᾳ ᾗ ἐρύσατο αὐτὸν Κύριος ἐκ χειρὸς
  • πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ
  • καὶ εἶπεν·
  • Ἀγαπήσω σε, Κύριε ἰσχύς μου.
  • Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου·
  • ὁ θεός μου βοηθός, καὶ ἐλπιῶ ἐπʼ αὐτόν·
  • ὑπερασπιστής μου καὶ κέρας σωτηρίας, ἀντιλήμπτωρ μου.
  • αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
  • περιέσχον με ὠδῖνες θανάτου,
  • καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με·
  • ὠδῖνες ᾅδου περιεκύκλωσάν με,
  • προέφθασάν με παγίδες θανάτου.
  • καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον,
  • καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα·
  • ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου,
  • καὶ ἡ κραυγὴ μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα
  • αὐτοῦ.
  • καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ,
  • καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν
  • καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός.
  • ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,
  • καὶ πῦρ ἐναντίον αὐτοῦ κατεφλόγισεν,
  • ἄνθρακες ἀνήφθησαν ἀπʼ αὐτοῦ.
  • καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη,
  • καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.
  • καὶ ἐπέβη ἐπὶ χερουβεὶν καὶ ἐπετάσθη,
  • ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
  • [*](XVII 1 om α U | om η R | ερρυσατο BᵃᵇU+05D0RU U 2 ισχυς] pr η U+05D0ARU U+05D0ARU 3 Κυριος] Κυριε R | βοηθος] + μου U+05D0ARU | om και 3° U σωτηριας] + μου U+05D0ARU | αντιλημπτωρ] pr και U+05D0c.a 4 Κυριον] pr τον U+05D0c.a) RU 6 περιεκυκλωσαν] περιεσχον U | πακιδες U+05D0* (παγιδες U+05D0c.ᵃ) 7 om και 1° U | τω θλιβεσθαι με] τη θλιψει μου R | ηκουσεν] και εισηκουσεν R | φωνης] pr της RU | εις] ες U 8 om και 1°, 3° U | εγενετο R*fort | οργισθη U 9 εναντιον] απο προσωπου U+05D0ARU | κατεηφλογισεν] κατα- φλεγησεται U+05D0c.a Rᵃ (-γωσεται R*) 10 ουρανον] ουρανους U+05D0c.a Rvid τον ουνον (sic) U 11 επεβη] ανεβη U | χερουβειν] χερουβ U+05D0* χερουβιν U+05D0c.a | επετασθη 2°] pr και U+05D0* (om U+05D0c.ᵃ))
    230
    [*](B)

  • καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ,
  • κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,
  • σκοτινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.
  • ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον,
  • χάλαζα καὶ ἄνθρακες πυρός.
  • καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος,
  • καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ·
  • καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς,
  • καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς.
  • καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων,
  • καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης
  • ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε,
  • ἀπὸ ἐνπνεύσεως πνεύματος ἀργῆς σου.
  • ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με,
  • προσέλαβε ἐξ ὑδάτων πολλῶν.
  • ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
  • καὶ ἐκ τῶν μισούντων με,
  • ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
  • προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου,
  • καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου,
  • καὶ ἐξήγαγέν με εἰς πλατυσμόν·
  • ῥύσεταί με, ὅτι ἠθέλησέν με.