Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ·
αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ·
αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ·
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
τᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. ἁλληλουιά. [*] (U+05D0ART) [*] (2 υιοι] pr οι U+05D0 | Σιων BᵇA | βασιλεια A 4 λαω] pr τω U+05D0c.aT 5 αγαλλιασονται] αγαλλιασθωσαν R* (-σονται Rᵃ) 6 αι υψωσεις του θεου] υψωσεις θῡ U+05D0* υψ. του θῡ U+05D0c.a | λαρυγγι] pr τω U+05D0ART | ρομφαιαι] pr αι R 7 om εν 1° T 9 om εν U+05D0* (hab U+05D0c.a) | εγγραπτον Bᵃᵇ | εστιν αυτη U+05D0* (αυτη εστν U+05D0c.a) | πασιν U+05D0ART | αυτου] ουτων U+05D0* (-του U+05D0c.a) Stich 18 BU+05D0ART 17 R CL 2 δυναστιαις U+05D0AT | μεγαλοσυνης T 4 οργανοις A 5 ευηχοιοις U+05D0* (-χοις U+05D0c.a) | αλαλαγμω T 6 αλληλουια] post α 2° ras aliq B? αλλ. pa seq fort inscr U+05D0 om ART Stich 11 BU+05D0ART Subscr βιβλος ψαλμων ρν΄ B βιβλος ψαλμω Δαδ ρν΄ Τ) 415
Οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυεὶδ [*] (B) καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάκησεν τῷ Γολιάδ.
Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου. καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
αἱ χεῖρές μου ἐποίησαν 'ὄργανον, οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.
καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούει.