Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν,
  • ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
  • [*](9 βουνοι] pr οι U+05D0c.aART 10 θηρια και πανια τα κτηνη rescr A¹ | U+05D0ART ερπετα] ερπετινα 11 ντες κριται sup ras Aᵃ 12 και] καιναι Rvid | πρεσβυται] πρεσβυτεροι U+05D0 T 14 υψωση T | τοις υιοις] pr υμνος πασι (-σιν ART) τοις οσιοις αυτου Bᵃᵇ⁽ᵐᵍ)U+05D0ART | λαω εγγιζοντι] ω ε sup ras Aa —Stich 31 BU+05D0A 28 R 30 T CXLIX 1 om αλληλουια necnon ρμθ΄ rubricator in U+05D0 | αλληλουια] + Αγαιου και Ζακχαριου R | ασατω R)
    414
    [*](B)

  • εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν,
  • καὶ υἱοὶ Σειὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν·
  • αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ,
  • ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
  • ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ,
  • καὶ ὑψώσει πρᾳεῖς ἐν σωτηρίᾳ.
  • καυχήσονται ὅσιοι ἐν δόξῃ,
  • καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
  • αἱ ὑψώσεις τοῦ θεοῦ ἐν λάρυγγι αὐτῶν,
  • καὶ ῥομφαὶαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν,
  • τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν,
  • ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
  • τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις
  • καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,
  • ποῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔνγραπτον·
  • δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ.