Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου,
  • καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ
  • εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἁλληλουιά· Ἀγγαίου καὶ Ζαχαρίου.
  • Aἴνει, ἡ ψυχὴ μου, τὸν κύριον·
  • αἰὰέσω Κύριον ἐν ζωῇ μου,
  • ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω.
  • μὴ πεποίθατε ἐπʼ ἄρχοντας καὶ ἐφʼ υἱοὺς ἀνθρώπων, οἷς
  • οὐκ ἔστιν σωτηρία·
  • ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ
  • καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ·
  • ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
  • μακάριος οὗ ὁ θεὸς Ἰακὼβ βοηθός,
  • ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν θεὸν αὐτοῦ·
  • τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,
  • τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
  • τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
  • ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις,
  • διδόντα τροφὴν τοῖς πεινῶσιν.
  • Κύριος λύει πεπεδημένους·
  • Κύρος ἀνορθοῖ κατερραγμένους·
  • Κύριος σοφοῖ τυφλούς·
  • Κύριος ἀγαπᾷ δικαίους·
  • [*](U+05D0ART)[*](19 ποιηση T | επακουσεται] επακουσει U+05D0* εισακουσει U+05D0c.a εισακουσεται RT 20εξολεθρευει U+05D0 21 λαλησει] ει rescr A¹ λαληση T | τω αιωνος R* (του αι. Ρ¹) Stich 42 B 36 U+05D0 46 AT 45 R CXL V 1 Αγγεου AT | Ζακκαριου (vel potius Ζακχ.) R 2 ζωη] pr τη R 3 om και U+05D0c.aT | εφ] επι U+05D0c.aRT επ A 4 αυτου 2°] αυτος U+05D0* (αυτου U+05D0c.a) | ουτων] αυτου T 5 ου] σου U+05D0* (ου U+05D0c.a | βοηθος] + αυτου U+05D0c.aRT 6 τον ποιησαντα] του ποιησαντος R | αυτοις] αυτη | αληθιαν U+05D0 8 κς σοφοι τυφλους κς ανορθοι κατερραγμενους (κατεραγμ. T) U+05D0c.aT)
    411

  • Κύριος φυλάσσει τοὺς προσηλύτους,
  • [*](B)
  • ὀρφανὸν καὶ χήραν ἀναλήμψεται,
  • καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
  • βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ θεός σου, Σιών,
  • εἰς γενεὰν καὶ γενεάν.
  • Ἀλληλουιά· Ἁγγαίου καὶ Ζαχαρίου.
  • Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός·
  • τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.
  • οἰκοδομῶν Ἰερουσαλήμ ὁ κύριος,
  • καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει·
  • ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν,
  • καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν·
  • ὁ ἀριθμῶν πλήθη ἄστρων.
  • καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
  • μέγας ὁ κύριος ἡμῶν.
  • καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ,
  • καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
  • ἀναλαμβάνων πρᾳεῖς ὁ κύριος,
  • ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
  • ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει.
  • ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ.
  • τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις,
  • τῷ ἐτοιμάζοντι τῇ γῇ ὑετόν,
  • τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον
  • καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,
  • καὶ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν
  • καὶ τοῖς νοσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.