Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Ὑψώσω σε, ὁ θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου.
μέγας ὁ κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστιν πέρας.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσιαν·
καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσιν, καὶ τὰ θαυμάσιά σου διηγήσονται·
καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσιν. [*] (U+05D0ART) [*] (12 ων sup ras A | οι υιοι] om οι U+05D0R + ουτων U+05D0c.aAT | ηδρυμμενα] ηδρυ- μενα BᵇR (nisi fort ιδρυμενα ιδρυμενα U+05D0c.aT | ως ομοιωμα] εν ομοιωματι R 13 ταμια AT | πληρης Rvid | εξερευομενα A | τουτου] + του U+05D0* (om U+05D0¹) πλυ- τοκα U+05D0* (πολυτ. U+05D0¹) | εξοδοις] διεξοδοις R 14 επαυλεσιν] πλατιαις U+05D0c.aRT 15 εμακαρσα U+05D0* (-σαν U+05D0c.a) | ου] σου 2 (ου U+05D0c.a) | αυτου] + εστιν U+05D0* (om | U+05D0c.a) — Stich 35 BU+05D0 36 AR 38 T CXLIV 1 ανεσεως U+05D0AT | τω Δαδ ART | θε U+05D0* (ο θεος U+05D0c.a) | om μου 1° A (hab Aa?mg) T | βασιλευ U+05D0* (ο βασιλευς U+05D0c.a) 2 ημερα A | σου +εις τον αιωνα | και εις τον αιωνα του αιωνος U+05D0ART 3 ο κυριος] om ο U+05D0c.aART | μεγαλοσυνης T 4 γενεα 2°] +α U+05D0* | επαινεσει (-ση T)] αινεσει A (αιπενεσει Aᵃ?) | δυναμιν] δυναμι sup ras Bᵃ? | απαγγελουσιν] αναγγελουσιν A*vid 5 om και 1° U+05D0c.aART | μεγαλο- πρεπιαν U+05D0AT | δοξης] + σου A | της αγιωσυνης (αγιοσ. AT)] ς, ς sup ras Aa) 409
καὶ τὴν μεγαλωσύνην σου, διηγήσομαι αὐτὴν, καὶ τὴν δυναστείαν σου λαλήσουσιν.
μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται. καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος·
χρηστὸς Κύριος τοῖς ὑπομένουσιν, καὶ οἱ οἰκτειρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοἰ σου εὐλογησάτωσάν σε·
δόξαν τῆς βασιλείας σου ἐροῦσιν, καὶ τὴν δυναστείαν σου λαλήσουσιν,
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
πιστὸς Κύριος ἐν τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
οἱ ὀφθαλμοὶ πάντων εἰς σε ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ·