Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εὐλογητὸς Κύριος ὁ θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς
  • παράταξιν,
  • τοὺς δακτύλους μου εἰς πόλεμον·
  • ἔλεός μου καὶ καταφυγὴ μου.
  • ἀντιλήμπτωρ μου καὶ ῥύστης μου,
  • ὑπερασπιστής μου καὶ ἐπʼ αὐτῷ ἤλπισα,
  • ὁ ὑποτάσσων τὸν λαόν μου ὑπʼ ἐμέ.
  • Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ,
  • ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν;
  • ἄνθρωπος ματαιότητι ὡμοιώθη,
  • αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.
  • Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι,
  • ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται·
  • ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς,
  • ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.
  • ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους,
  • ἐξελοῦ με καὶ ῥῦσαι με ἐξ ὑδάτων πολλῶν,
  • ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
  • ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα,
  • καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
  • ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι.
  • ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι.
  • τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν,
  • τῷ λυτρουμένῳ Δαυεὶδ τὸν δοῦλον αὐτοῦ.
  • ἐκ ῥομφαίας πονηρᾶς ¹¹ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν
  • ἀλλοτρίων,
  • ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα,
  • καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας·
  • [*](CXLIII 1 om προς τον Γολιαδ A | Γολιαμθ T 2 ο υποτασσων] U+05D0ART om ο U+05D0* (hab U+05D0c.a) | μου 6° BU+05D0c.aRT σου U+05D0* αυτου A 3 τι] τις AT | εγνωσθης] εγνωρισθης U+05D0 | αυτω] αυτον R* 4 ωμοιωθη] ομοιωθητι R* | σκιαι U+05D0c.aA*T 5 κε (sic) Tedit | om σου R | των ορεων] ορη R* 6 αστραπην] + σου Aᵃ?T | σκορπιεις] εις sup ras Ba (vid)b | συνταραξῃς T 7 8 ματαιοτητας T 9 ασωμαι Τ 10 την σωτηριαν] om την A | βα- σιλευσιν] + αυτου R | om τον δουλον αυτου R | εκ ρομφαιας πονηρας c praeced coniung ART 11 εξελου με και ρυσαι με R | om εξελου με U+05D0* (hab εξελου μαι U+05D0c.a) | ματαιοτητας T)
    408
    [*](B)

  • ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν,
  • αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς
  • ὁμοίαμα ναοῦ·
  • τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο·
  • τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις
  • αὐτῶν,
  • οἱ βόες αὐτῶν παχεῖς·
  • οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος
  • οὐδὲ κραυγὴ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν.
  • ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστιν,
  • μακάριος ὁ λαὸς οὗ Κύριος ὁ θεὸς αὐτοῦ.