Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
  • σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου.
  • σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
  • τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας,
  • καὶ πάσας τὰς ὁδοὺς μου πρόιδες,
  • ὅτι οὐκ ἔστιν λόγος ἄδικος ἐν γλώσσῃ μουυ·
  • ἰδού, Κύριε, σὺ ἔγνως πάντα
  • τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα·
  • σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.
  • ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ·
  • ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
  • ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου;
  • καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
  • ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σύ εἶ ἐκεῖ·
  • ἐὰν καταβῶ εἰς τὸν ᾄδην, πάρει·