Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου· καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου.
ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ.
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου·
καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι ἡ δόξα Κυρίου μεγάλη·
ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, [*] (§ B) §καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπʼ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου. καὶ ἔσωσέν με ἡ δεξιά σου.
Κύριε, ἀνταποδώσεις ὑπέρ ἐμοῦ [*] (ART) [*] (8 θυγατηρ] pr η R* Stich 14 U+05D0 16 ART CXXXVII 1 τω Δαυειδ]+Ζαχαριου A +Ζαχαριας T | om οτι ηκουσας...στομ. μου A | και εναντιον αγγ. ψ. σοι| οτι ηκ. τα ρ. του στ. μου U+05D0c.aT | ηκουσας] εισηκουσας R* 2 αγιον 1°] pr τον R | εξομολογησομαι τω] ι τ rescr A¹ | παν] παντας AR* ονομα] pr το U+05D0c.aART | το αγιον σου] σου το αγιον σου A* (ras σου 2° A?) 3 αν rescr A¹ | επικαλεσωμαι (κομαι A)] + σε U+05D0c.aART | πολυωρησης T | om εν 3° U+05D0c.aT | δυναμει]+σου Τ | om πολλη U+05D0c.aART 4 βασιλεις] ασιλ sap ras Aᵃ? 5 οδοις Κυριου] ωδαις σου κε T | μεγαλη η δοξα κυ U+05D0c.aART 7 εν] ν sup ras Aᵃ? | ζησεις] ζωσις A ζησης T | εχθρων] + μου U+05D0c.aAaRT εξετεινας BU+05D0c.aAaRT] εξετενα U+05D0* A* fort | χειρας] την χειρα R χειρα T | μου] σου U+05D0c.a (σοι U+05D0*vid) ART 8 Κυριε 1°] κς U+05D0?AT | ανταποδωσει A ανταποδωση Τ | εμου] μεε R) 401
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, [*] (B) Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.