Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου. σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, καὶ πάσας τὰς ὁδοὺς μου πρόιδες,
ὅτι οὐκ ἔστιν λόγος ἄδικος ἐν γλώσσῃ μουυ· ἰδού, Κύριε, σὺ ἔγνως πάντα
τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.
ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σύ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾄδην, πάρει·
ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατʼ ὀρθὸν καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.
καὶ εἶπα Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
ὡς τὸ σκέτος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, [*] (8 om Κυριε 3° U+05D0c.aAT | πορης] παριδης BbU+05D0AT ενπαριδης R* Stich 20 U+05D0ART U+05D0A 21 RT CXXXVIII 1 ψαλμος τω Δαυειδ] τω Δαδ ψαλμος A+Ζα- χαριου A+εν τη διασπορα Aᵃ(ᵐᵍ) τω Δ. ψ. Ζ. εν τη δ. T 2 om παντας U+05D0c.aART | ante μου 3° ras 1 lit (σ ut vid) A? 3 εξιχνιασας] pr συ U+05D0A (σ rescr Aᵃ) RT | προειδες BᵃᵇA 4 λογος αδικος] δολος U+05D0c.aT δ. αδικος R* am αδ. R¹ 5 αρχαια BU+05D0c.aART] δικαια U+05D0* 6 αυτον U+05D0* (αυτην U+05D01) 7 που απο πρ. σου φυγω U+05D0* (που φ. απο πρ. σου U+05D0c.a) 8 ει εκει] εκει ει U+05D0c.aART 9 εαν] ει R* | aναλαβω] λαβοιμι U+05D0* αναλαβοιμι U+05D0c.aT ανα- λαβω μοι R* | ορθον] oρθρον A (ο 2° rescr A¹) RT | τας εσχ. A* (ras A?) 10 οδηγηση T | καθεξη T 11 ειπον T | καταπατηση T 12 ως] pr οτι το (om το U+05D0RT) σκοτος ου σκοτισθησεται απο' σου | και νυξ ως ημερα φωτισθησεται Bab mg inf U+05D0RT pr οτι το σκοτος ου σκοτισθησεται απο σου A 13 om συ A* (superscr A) | κε εκτησω τους νεφροος μου U+05D0* (om κε U+05D0c.a)) 402
[*] (B) ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχὴ μου γινώσκει σφόδρα.
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτω τῆς γῆς·
τὸ ἀκατέργαστόν σου εἴδοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς.
ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός· λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπέρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
ἐὸν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός· ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπʼ ἐμοῦ.
ὅτι ἔρεις εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.