Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • ὁ διδοὺς τροφὴν πάσῃ σαρκί,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • ἐξομολογεῖσθε τῷ κυρίῳ τοῦ οὐρανοῦ,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • Τῷ Δαυείδ.
  • Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν
  • ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών·
  • ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.
  • ὅτι ἐκεῖ ἠρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους
  • ᾠδῶν,
  • καὶ οἰ ἀπαγαγόντες ἡμᾶς Ὑμνήσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.
  • πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
  • ἐὰν ἐπλάθωμαί σου, Ἰερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου·
  • κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου
  • μνησθῶ,
  • ἐὰν μὴ προανατάξωμαι τὴν Ἰερουσαλὴμ ἐν ἀρχῇ τῆς εὐφροσύνης
  • μου.
  • μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἰερουσαλήμ,
  • τῶν λεγόντων Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως ὁ θεμέλιος ἐν αὐτῇ.
  • [*](21 δοντι] εδωκεν R 22 δοολω] λμω U+05D0c.aT | αυτου 2°]+(23) οτι εν τη ART ταπεινωσειι (ταπιν. U+05D0c.aT) ημων εμνησθη ημων ο κς οτι εις τον αιωνα το ελεος (ελαιος A) αυτου U+05D0c.aART 24 om χειρος AT | εχθρων] pr των ART 26 κυριω] θω U+05D0c.aRT Stich 25 U+05D0 51 A 54 Ρ 52 T CXXXVI 1 Σειων T 2 εκρεμασαμεν] pr εκει A 3 ηρωτησαν] επηρωτησαν U+05D0c.aART | αιχμαλωτευσαντες] εκχμαλωτευοντες A | ημας 3°] η sup ras A (υμας A*) +υμνονl AT | υμνησατε] υμνον ασατε U+05D0c.aR ασατε AT (inc stich) | Σειων Τ 5 επιλαθωμαι] επιλαθωμεν A* (επιλαθωμε A?) | επιλησθειν]+μου R 6 λαρυγγι] post γ 1° ras 2 lilt (forte γι|) A? | προαναταξωμεν A* (-ξωμε A?) | εν αρχη] pr ως U+05D0c.a 7 την ημεραν] εν ημερα R | εκκενουται bis A(?R) T | om εως...αυτη R* (hab R¹) | εως]+ου ου AR¹ | ο θεμελιος εν αυτη] των θεμελιων αυτης U+05D0c.aT θεμελιων αυτης R¹)
    400
    [*]((U+05D0) (B))

  • θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος,
  • μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ἀνταπέδωκας
  • ἡμῖν·
  • μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν
  • πέτραν,
  • Τῷ Δαυεἰδ.
  • Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
  • ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου·
  • καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
  • προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί
  • σου
  • ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,
  • ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ ἅγιόν σου.
  • ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ταχὺ ἐπάκουσόν μου·
  • πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει πολλῇ.
  • ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς,
  • ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου·
  • καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου,
  • ὅτι ἡ δόξα Κυρίου μεγάλη·
  • ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ,
  • [*](§ B)
  • §καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
  • ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με·
  • ἐπʼ ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς μου.
  • καὶ ἔσωσέν με ἡ δεξιά σου.
  • Κύριε, ἀνταποδώσεις ὑπέρ ἐμοῦ
  • [*](ART)[*](8 θυγατηρ] pr η R* Stich 14 U+05D0 16 ART CXXXVII 1 τω Δαυειδ]+Ζαχαριου A +Ζαχαριας T | om οτι ηκουσας...στομ. μου A | και εναντιον αγγ. ψ. σοι| οτι ηκ. τα ρ. του στ. μου U+05D0c.aT | ηκουσας] εισηκουσας R* 2 αγιον 1°] pr τον R | εξομολογησομαι τω] ι τ rescr A¹ | παν] παντας AR* ονομα] pr το U+05D0c.aART | το αγιον σου] σου το αγιον σου A* (ras σου 2° A?) 3 αν rescr A¹ | επικαλεσωμαι (κομαι A)] + σε U+05D0c.aART | πολυωρησης T | om εν 3° U+05D0c.aT | δυναμει]+σου Τ | om πολλη U+05D0c.aART 4 βασιλεις] ασιλ sap ras Aᵃ? 5 οδοις Κυριου] ωδαις σου κε T | μεγαλη η δοξα κυ U+05D0c.aART 7 εν] ν sup ras Aᵃ? | ζησεις] ζωσις A ζησης T | εχθρων] + μου U+05D0c.aAaRT εξετεινας BU+05D0c.aAaRT] εξετενα U+05D0* A* fort | χειρας] την χειρα R χειρα T | μου] σου U+05D0c.a (σοι U+05D0*vid) ART 8 Κυριε 1°] κς U+05D0?AT | ανταποδωσει A ανταποδωση Τ | εμου] μεε R)
    401
  • Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα,
  • [*](B)
  • Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.