Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον,
  • οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν.
  • αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς Κύριος·
  • ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
  • ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος.
  • Ἰσραὴλ εἰς περιουσιασμὸν αὐτοῦ.
  • ὅτι ἔγνων ὅτι μέγας Κύριος,
  • καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς·
  • πάντα ὅσα ἠθέλησεν ἐποίησεν ὁ κύριος
  • ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῆ.
  • ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις·
  • ἀνάγων νεφέλας ἐξ ἐσχάτου γῆς,
  • ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν·
  • ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
  • ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου
  • ἀπὸ ἀνθρώπου ἕως κτήνους·
  • ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε,
  • ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
  • ἐπάταξεν ἔθνη πολλά, καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς,
  • τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων,
  • καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν,
  • καὶ πάσας τὰς βασιλείας Χανάαν·
  • καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν,
  • κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ.
  • Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,
  • Κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
  • [*](ART)[*](3 ευλογησει] ευλογησοι A ευλογηση | Σειων T — Stich 5 U+05D0 8 A 4 R T CXXXIV 1 Κυριον] pr τον R 3 καλον] ηδυ Αa (sup ras) R 4 Ισλ c praec coniung A?vid | αυτου] εαυτω U+05D0c.aAR 5 οτι] + εγω U+05D0c.aAR | εγνων] εγνωκα U+05D0c.aT | Κυριος] pr ο R 6 εποιησεν ο κυριος] om ο κς U+05D0c.a ο κς εποιησεν AT Κυριος εποιησεν R | αλασσαις U+05D0* (θαλ. U+05D01) | ταις αβυσσοις] pr πασαις U+05D0c.aT πασιν τοις αβυσσοις R 7 γης] pr της ART | ο εξαγων] om ο R | αυτου] ουτων 8 πρωτοτοα U+05D0* (-τοκα U+05D01) 9 πασν ART 10 επαταξεν U+05D01 (απεκτνεν U+05D0*)] pr ος U+05D0c.aART 13 Κυριε 2° U+05D0*c.aAR] U+05D0c.aT)
    397

  • οἰκτείρει Κύριος τὸν λαὸν αὐτοῦ,
  • [*](U+05D0)
  • καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
  • τὸ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
  • ἔργα χειρῶν ἀνθρώπων;
  • στόμα ἔχουσιν καὶ οὐ λαλοῦσιν,
  • ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται·
  • ὧτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται,
  • οὐδέ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
  • ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ
  • καὶ πάντες οἱ πεποιθότες ἐν αὐτοῖς.
  • οἶκος Ἰσραήλ, εὐλογήσατε τὸν κύριον,
  • οἶκος Ἀαρόν, εὐλογήσατε τὸν κύριον·
  • οἶκος Λευεί, εὐλογήσατε τὸν κύριον,
  • οἱ φοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον.