Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • τὰ δέ μαρτύριά σου συνῆκα.
  • πάσης συντελείας εἶδον πέρας,
  • πλατεῖα ἡ ἐντολή σου σφόδρα.
  • Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε·
  • ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
  • ὑπέρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὰς ἐντολάς σου,
  • ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.
  • ὑπὲρ πάντας τοὺς διδάσκοντας με συνῆκα,
  • ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.
  • ὑπὲρ πρεσβυτέρους συνῆκα,
  • ὅτι τὰς ἐντολάς σου ἐζήτησα.
  • ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου,
  • ὅπως ἂν φυλάξω τοὺς λόγους σου·
  • ἀπὸ τῶν κλιμάτων σου οὐκ ἐξέκλινα,
  • ὅτι σὺ ἐνομοθέτησάς μοι.
  • ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,
  • ὑπέρ μέλι καὶ κηρίον τῷ στόματί μου.
  • ἀπὸ τῶν ἐντολῶν σου συνῆκα·
  • διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας, ὅτι σὺ ἐνομοθέτησάς
  • Λύχνος τοῖς ποσίν μου ὁ νόμος σου,
  • καὶ φῶς ταῖς τρίβοις μου.
  • ὀμώμοκα καὶ ἔστησα
  • τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
  • ἐταπεινώθην ἕως σφόδρα·
  • Κύριε, ζῆσόν με κατὰ τὸ λόγιόν σου.
  • τὰ ἑκούσια τοῦ στόματός μου εὐλόγησον, Κύριε,
  • [*](ART)[*](94 ειμι]+ εγω U+05D0c.aART | om Κυριε U+05D0c.aART 95 τα δε μαρτ.] om δε ART pr εμε υπεμειναν (υπεμιναν U+05D0c.a υπεμεινα A) αμαρτωλοι του απολεσοι με U+05D0c.aART 96 συντελιας T | ιδον AT | πλατια T 97 pr μημ R adscr η΄ Tᵐᵍ 98 υπερ] επι R | τας εντολκς] την εντολην U+05D0c.aART | μοι] εμοι U+05D0c.aR εμη T 100 εζητησα] εξεζητησα ART 102 κλιματων] κρι- ματων U+05D0c.aART | μοι] με AT μου R* 103 γλυκεια U+05D0c.a(? R) γλυκια A(? R)T | om και κηριον U+05D0c.aAT 104 om οτι συ ενομοθ. μοι U+05D0c.aT | μοι] με AR 105 pr νυν R 106 ομωμοκα] ωμοσα AR T 107 το λογιον] τον λογον U+05D0c.a AT 108 ευλογησον] ευδοκησον δη U+05D0c.aAT ευδοκησον R)
    383
  • καὶ τὰ κρίματά σου δίδαξόν με.
  • [*](U+05D0)

  • ἡ ψυχὴ μου ἐν ταῖς χερσὶ διὰ παντός,
  • καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην.
  • ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι,
  • καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
  • ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα,
  • ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν·
  • ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου
  • εἰς τὸν αἰῶνα διὰ παντὸς ἄμειψιν.
  • Παρανόμους ἐμίσησα,
  • καὶ τὸν νόμον σου ἠγάπησα.
  • βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ,
  • καὶ εἰς τὸν λαόν σου ἤλπισα.