Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἔγνων, Κύριε, ὅτι δικαιοσύνῃ καὶ ἀληθεία
  • τὰ κρίματά σου ἐταπείνωσάν με.
  • γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με
  • καὶ τὸ λόγιόν σου τῷ δούλῳ σου·
  • ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι,
  • ὅτι ὁ νόμος σου μελέτη μοί ἐστιν.
  • αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ·
  • ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
  • ἐπιστρεψάτωσαν οἱ φοβούμενοί σε
  • [*](ART)[*](65 pr τηθ R | χρηστ.] adscr ε΄ Tᵐᵃᵍ | το λογιον] τον γον U+05D0c.aT 66 παι- δειαν T 67 επλημ8|μελησα (sic) T | om εγω 2⁰ U+05D0c.a RT 68 om συ R 69 αδικια] pr η R* | μου] σου U+05D0* (improb U+05D0¹) | εξεοευνησω T 70 αυτων] αυτουων U+05D0* (ου improb U+05D0¹) μου R* 72 pr λωθ R(sic) | αγαθον] αγαθος U+05D0c.a | σου] μου (σου U+05D0c.a) 73 αι χειρες] adscr ς΄ Tᵐᵍ | επλασαν] εποιησαν U+05D0c.a ART | ητοιμασαν] επλασαν U+05D0c.aART (επλασσαν) 74 εφηλπισα AT 75 και αληθεια τα κριματα σου] τα κρ. σου και αληθεια U+05D0c.a (-θια U+05D0) AT τα κρ. σου και τη αληθεια σου R* | εταπινωσας U+05D0c.a A (εταπειν.) RT 76 και] κατα U+05D0c.a ART 77 ελθατωσαν AT | οικτειρμοι A | ζησομαι] ζησον μαι A | μον 2⁰] μου U+05D0c.a ART 79 επιστρεψατωσαν] + με U+05D0c.aAT+ εις εμε R*)
    381
  • καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
  • [*](U+05D0)

  • γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου,
  • ὅπως ἂν μὴ αἰσχυνθῶ.
  • Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχὴ μου,
  • καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.
  • ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου,
  • λέγοντες ΙΙαρεκάλεσάν με.
  • τι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ·
  • τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
  • πόσαι όσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;
  • πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
  • διηγήσαντό μοι παράνομοι ἀδολεσχίας,
  • ἀλλʼ οὐχ ὡς ὁ νόμος σου, Κύριε.
  • ,πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια·
  • ἀδίκως κατεδίωξάν με. βοήθησόν μοι.
  • παρὰ βοαχὺ συνετλεσάν με ἐν τῇ γῇ.
  • ἐγὼ δὲ οὐκ ἐνκατέλειπον τὰς ἐντολάς σου.
  • κατὰ τὸ ἔλεός σου ζήσομαι,
  • καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
  • Εἰς τὸν αἰῶνα, Κύριε,
  • ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
  • εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου·
  • ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.
  • τῇ διατάξει σου διαμένει ἡ ἡμέρα,
  • ὅτι τὰ σύμπαντα δοῦλά σου.
  • εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν,
  • τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου·
  • εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου,
  • ὅτι ἐν αὐτοῖς ἔζησάς με, Κύριε.
  • [*](80 οπως αν] ινα R 81 pr κωφ R adscr ζ΄ Tᵐᵍ | η ψυχη μου εις το ART σωτ. σου T | om και U+05D0c.aAT | τον λογον] τους λογους U+05D0c.a T το λογιον R* | εφηλπισα AT 82 εξελειπον AT | om λεγοντες παρεκ. με A | παρεκα- λεσαν] ποτε παρακαλεσεις U+05D01 RT 83 ως] ωσει AR 84 ποιησης Τ | om μοι R* 85 παρανομοι] αμαρτωλοι R* | αδολεσχια R* (-χιας Ra(vid) | ως] ουτως R* 88 ζησομε U+05D0 ζησον με AR* T | του στομ.] σου στομ. U+05D0* (του U+05D0¹) 89 pr λαβδ Rvid | διαμενει ο λ. σου 90 αληθια U+05D0A 91 τη διαταξει σου c praec coniung U+05D0 | συνπαντα AR | σου 2⁰] σα U+05D0c.aAB*T 92 ο νομος] om ο R* 93 om Κυριε AT)
    382
    [*](U+05D0)

  • σός εἰμι, Κύριε, σῶσόν με,
  • ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα·