Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη,
  • αἰνεσάτωσαν αὐτὸυ πάντες οἱ λαοί
  • ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς,
  • καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
  • Ἁλληλουιά.
  • Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
  • εἰπάτω δὴ οἶκος Ἀαρὼν ὅτι ἀγαθός,
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • [*](4 ληψομαι Τ | επικαλεσωμαι T 7 εγω δουλος σος (2°) και υιος sup ras et ART in mg Aa | διερηξας T 8 σοι] συ T | αινεσεως] + και εν ονοματι κυ και επι- καλεσομαι U+05D0c.a και εν ονοματι κυ επικαλεσομαι A (και...κυ sup ras Aa) + και εν ον. κυ επικαλεσωμαι 9 τω κω αποδωσω U+05D0c.a ART 9— 10 εν αυλαις οικου Κυριου εναντιον παντος του λαου αυτου R 10 κυ (sic) Tedit. — Stich 14 U+05D0T 16 A 13 R CXVI 1 αινεσατωσαν] επαινεσαται U+05D0c.aT (-τε) Ӄ (Aᵃ?⁽ᵐᵍ) επεναισατωσαν A και επαινεσατε R 2 εφ ημας το ελαιος (? ελεος R) αυτου AR | η αληθεια (-θια U+05D0)] om η R* (hab Rᵃ) | του κυριου] om του T Stich 4 U+05D0ART CXVII 3 αυτου] + (4) ειπατωσαν δη παντες οι φοβουμενοι τον κν| οτι εις τον αιωνα το ελαιος αυτου A ειπατωσαν δη π. οι φοβ. τον κυριον οτι αγαθος οτι εις τ. αιωνα το ελεος αυτου RT)
    374
    [*](U+05D0)

  • ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον,
  • καὶ ἐπήκουσέν μοι εἰς πλατυσμόν.
  • Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι·
  • τί ποιήσει μοι ἄνθρωπος;
  • Κύριος ἐμοὶ βοηθός,
  • κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.
  • ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον
  • ἢ πεποιθέναι ἐπʼ ἄνθρωπον·