Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἐπίστευσα, διὸ ἐλάλησα·
  • ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
  • ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου
  • Πᾶς ἄνθρωπος ψεύστης.
  • τί ἀνταποδώσω τῷ κυρίῳ
  • περὶ ὧν ἀνταπέδωκέν μοι;
  • [*](ART)[*](CXIV 1 ο θεος] κς U+05D0c.a ART 2 αυτου 2⁰] μου U+05D0c.aART | επεκα- λεσαμην] επικαλεσομαι U+05D0c.a AR επικαλεσωμαι T 3 περιεσχον] περιεκυ κλωσαν R 4 επεκαλεσαμην] επεκαλεσα A επικαλεσομαι R 5 κα δικαιος ο κυριος] ο κς και δικ. U+05D0c.a AT Κυριος και δικ. R | om κυριος 2 U+05D0c.aART | ελεει AT 7 η ψυχη] om η U+05D0c.aAT | ευεργετησεν T | σε με AR U+05D0 εξειλατο] ερρυσατο R 9 εναντιον] ενωπιον U+05D0c.a AT —Stich 15 U+05D0 18 ART CXV 2 εγω] + δε RT | ειπα] ειπον T 3 ων] P παντων U+05D0c.aART)
    373

  • ποτήριον σωτηρίου λήμψομαι,
  • [*](U+05D0)
  • καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
  • τίμιος ἐναντίον Κυρίου
  • ὁ θάυατος τῶν ὁσίων αὐτοῦ.
  • ὦ Κύριε. ἐγὼ δοῦλος σός.
  • ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου·
  • διέρρηξας τοὺς δεσμούς μου.
  • σοὶ θύσω θυσίαν αἰνέσεως·
  • τὰς εὐχάς μου ἀποδώσω τῷ κυρίῳ
  • ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,
  • ἐν αὐλαῖς οἴκου Κυρίου,
  • ἐν μέσῳ σου, Ἰερουσαλήμ.