Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ποτήριον σωτηρίου λήμψομαι,
  • [*](U+05D0)
  • καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
  • τίμιος ἐναντίον Κυρίου
  • ὁ θάυατος τῶν ὁσίων αὐτοῦ.
  • ὦ Κύριε. ἐγὼ δοῦλος σός.
  • ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου·
  • διέρρηξας τοὺς δεσμούς μου.
  • σοὶ θύσω θυσίαν αἰνέσεως·
  • τὰς εὐχάς μου ἀποδώσω τῷ κυρίῳ
  • ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,
  • ἐν αὐλαῖς οἴκου Κυρίου,
  • ἐν μέσῳ σου, Ἰερουσαλήμ.