Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐπίστρεψον, ἡ ψυχὴ μου, εἰς τὴν ἀνάπαυσίν σου,
  • ὅτι Κύριος εὐηργέτησέν σε·
  • ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,
  • τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων,
  • καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
  • εὐαρεστήσω ἐναντίον Κυρίου ἐν χώρᾳ ζώντων.
  • Ἁλληλουιά.
  • Ἐπίστευσα, διὸ ἐλάλησα·
  • ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
  • ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου
  • Πᾶς ἄνθρωπος ψεύστης.
  • τί ἀνταποδώσω τῷ κυρίῳ
  • περὶ ὧν ἀνταπέδωκέν μοι;