Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν,
  • πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν·
  • οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.
  • ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
  • καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτοῖς.
  • οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον·
  • βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
  • οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον·
  • βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
  • οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπʼ αὐτόν·
  • βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
  • Κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς,
  • εὐλόγησεν τὸν οἶκον Ἰσραήλ,
  • εὐλόγησεν τὸν οἶκον Ἀαρών·
  • εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον,
  • τοὺς μικροὺς μετὰ τῶν μεγάλων.
  • προσθείη Κύριος ἐφʼ ὑμᾶς,
  • ἐφʼ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν·
  • εὐλογημένοι ὑμεῖς ἐστε τῷ κυρίῳ,
  • τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
  • ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ,
  • τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων.
  • οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, Κύριε,
  • οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ἅδου·
  • ἀλλ᾿ ἡμεῖς οἱ ζῶντες εὐλογήσωμεν τὸν κύριον
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
  • [*](13 λαλησουσιν ART 15 φωνησωσιν T 16 αυτοις 1⁰] αυτων ART AT | οι ποιουντες] pr παντες RT | επ] εν R 17 om αυτων 1⁰ U+05D0c.aAT | υπερασπις R (item 18, 19) 18 om αυτων 1⁰ U+05D0c.a AT 19 τον κυριον] om τον A | επ αυτον] επι κν ART | om αυτων 1⁰ U+05D0c.a AT 20 εμνησθη ημων και] μνησθεις ημων U+05D0c.a (-θις) AT 21 τους φοβοομενους] pr παντας R | των μεγαλων] μεγαλους R 22 υμας 1⁰] ημας A 23 om εστε (εσται U+05D0*) U+05D0c.a ART | του ποιησαντος R 24 τω ουρανω AR 25 ουχι T 26 ευλογησομεν Rfort — Stich 48 U+05D0 54 A 51 R 53 Γ)
    372
    [*](U+05D0)
  • Ἁλληλουιά.
  • Ἠγάπησα ὅτι εἰσακούσεται ὁ θεὸς
  • τῆς φωνῆς τῆς δεήσεὼς μου,
  • ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί,
  • καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπεκαλεσάμην.
  • περιέσχον με ὠδῖνες θανάτου,
  • κίνδυνοι ἅδου εὕροσάν με·
  • θλίψιν καὶ ὀδύνην εὗρον.
  • καὶ τὸ ὄομα Κυρίου ἐπεκαλεσάμην
  • Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
  • ἐλεήμων καὶ δίκαιος ὁ κύριος,
  • καὶ Κύριος ὁ θεὸς ἡμῶν ἐλεᾷ.
  • φυλάσσων τὰ νήπια ὁ κύριος·
  • ἐταπεινώθην, καὶ ἔσωσέν με.
  • ἐπίστρεψον, ἡ ψυχὴ μου, εἰς τὴν ἀνάπαυσίν σου,
  • ὅτι Κύριος εὐηργέτησέν σε·
  • ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,
  • τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων,
  • καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.