Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου,
  • οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου,
  • ἐγενήθη ἡ Ἰουδαία ἁγίασμα αὐτοῦ,
  • Ἰσραὴλ ἡ ἐξουσία αὐτοῦ.
  • ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν,
  • ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·
  • τὰ ὄρη ἐσκίρτησαν ὡς κριοί,
  • καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.
  • τί ἐστιν, θάλασσα, ὅτι ἔφυγες;
  • καὶ σύ, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω
  • τὰ ὄρη, ἐσκιρτήσατε ὡς κριοί;
  • ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ,
  • ἀπὸ προσώπου τοῦ θεοῦ Ἰακώβ,
  • τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων
  • καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων.
  • μὴ ἡμῖν, Κύριε. μὴ ἡμῖν
  • ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν
  • ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου.