Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Αἰνεῖτε, παῖδες, Κύριον,
  • αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.
  • εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·
  • ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν
  • αἰνεῖται τὸ ὄνομα Κυρίου.
  • ὑψηλὸς ἐπὶ πάντα τὸ ἔθνη ὁ κύριος,
  • ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.
  • τίς ὡς Κύριος ὁ θεὸς ἡμῶν;
  • ὁ ἐν ὑψηλοῖς κατοικῶν,
  • καὶ τὰ ταπεινὰ ἐφορῶν
  • ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·
  • ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν.
  • καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα,
  • τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων,
  • μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
  • ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ,
  • μητέρα τέκνων εὐφραινομένων.