Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν,
  • καὶ περιβαλλέσθωσαν αἰσχύνην ὡσεὶ διπλοίδα αὐτῶν.
  • ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα τῷ στοματί μου,
  • [*](ART)[*](17 καταραν] α 2⁰ sup ras Aᵃ 18 εισηλθε R | ως 2⁰] ωσει AT | ως 3°] ωσει U+05D0c.aART 19 ζωνη U+05D0c.a TR] ζωνην U+05D0*A | ζωννυται] περιζωννυται U+05D0c.a ART 20 Κυριου R 21 om ελεος 1⁰ U+05D0c.a A* (hab Aᵃ?) R | ενεκεν U+05D0c.aART 22 ειμι εγω ART | τεταρακται] εταραχθη R 23 εκκλινειν R | αντανῃρεθη] αντανηρεθην U+05D0c.a RT ανταναιρεθην A 24 νηστειας A | ελεον U+05D0 25 ιδοσαν AΤ 26 σωσον] pr και AT | om μεγα U+05D0c.aART 28 ευλογησης | επανισταμενοι Τ | αισχυνθητωσαν] αισχυνθησονται R 29 με] μοι R | περιβαλεσθωσαν ART | αισχυνην ωσει διπλοιδα (-δαν U+05D0)] ωσει διπλ. αισχ. U+05D0c.aR ως διπλ. αισχ. AT 30 τω κυριω] om τω U+05D0c.a | τω στοματι] pr εν U+05D0c.a ART)
    367
  • καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν·
  • [*](U+05D0)

  • ὅτι παρέστη ἐκ δεξιῶν πένητος,
  • τοῦ σῶσαι ἐκ τῶν διωκόντων τὴν ψυχὴν μου.
  • Τῷ Δαυεὶδ ψαλμός.
  • Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου
  • ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
  • ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ Σιών·
  • καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.
  • μετὰ σοῦ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου.
  • ἐν τῇ λαμπρότητι τῶν ἁγίων·
  • ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννῃσά σε.
  • ὤμοσεν Κύριος καὶ οὐ μεταμεληθήσεται
  • Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
  • κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασι.
  • κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτῶμα.
  • συνθλάσει κεφαλὰς ἐπὶ γῆν πολλήν.
  • ἐκ χειμάρρου ἐν ὁδῷ πίεται
  • διὰ τοῦτο ὑψώσει κεφαλὴν.