Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἐξομολογήσομαί συι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
  • ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ.
  • μεγάλα τὰ ἔργα Κυρίου.
  • ἐξεζητημένα εἰς πάντα τά θελήματα αὐτοῦ·
  • ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ,
  • καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • [*](31 διωκοντων] καταδιωκοντων U+05D0c.aART —Stich 6A U+05D0AR 62 T CIX 1 ο ART 5| κυριος] om ο 2 δυναμεως] + σου R | εξαποστελει] εξαποστελλει R + σοι U+05D0c.aT | Σειων T 3 αρχη] pr η U+05D0c.aART | τη λαμπροτητι] ταις λαμπροτεσι U+05D0c.aT ταις λαμπροτησιν A | αγιων] + σου U+05D0c.a AT | εξεγεννησα] εγεννησα U+05D0c.aAT 4 om ει AT 5 οργης] pr της R 6 κρινει εν ART] κρινιν U+05D0* κρινι ε U+05D0c.a vid | πληρωση T | πτωματα ART | συνθλαση T γην πολλην] γης πολλην (sic) U+05D0c.a γης πολλων ART 7 πιεται] + υδωρ A | υψωση T — Stich 14 U+05D0 Τ 15 A 13 R CX 1 ευθιων U+05D0AT 2 Κυριου] pr του R | εξεζητημενα] εξητημενα R 3 εξομολογησεις U+05D0A | μεγαλοπρεπια Τ)
    368
    [*](U+05D0)

  • μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ,
  • ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος·
  • τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν,
  • μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.
  • ἰσχὺν ἔργων ἑαυτοῦ ἀνήγγειλεν τῷ λαῷ ἑαυτοῦ,
  • τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
  • ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις·
  • πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
  • ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
  • πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
  • λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ·
  • ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ·
  • ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
  • ἀρχὴ σοφίας φόβος Κυρίου.
  • σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν·
  • ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.