Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα,
καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν.
καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν
ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.
ἐξεχύθη ἐξουδένωσις ἐπʼ ἄρχοντας,
καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ.
καὶ ἐβοήθησεν πένητι ἐκ πτωχίας,
καὶ ἔθετο ὡς πρόβατα πατριάς.
ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται,
καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.
τίς σοφὸς καὶ φυλάξει ταῦτα,
καὶ συνήσουσιν τὰ ἐλέη τοῦ κυρίου;
ᾩδὴ ψαλμοῦ τῷ Δαυείδ.
Ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου,
ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου·
[*](30 επιμελια] επι λιμενα U+05D0c.aART | αυτου] ουτων R 32 εκκλησια ART U+05D0c.aAT | καθεδρα U+05D0c.aT | πρεσβυτην (? τεν) R 33 εξοδους] διεξοδους U+05D0c.aART 34 om κακιας R* 35 λιμενας] λιμνας ART | υδατων] + και γην ανυδρον εις διεξοδους υδατων U+05D0c.aAR1T 36 κατωκισεν (-κησεν A*)] κατεσκηνωσεν R* | πολιν] πολεις U+05D0c.a (vid) ART 38 εσμηκρυναν A 40 αρχοντας] + αυτων AT | ουχ οδω] ουκ εν οδω R* 41 εκ] απο R* 42 εμφραξη T | το στομα] om το A 43 ηφυλαξει] συνησει R* —Stich 83 U+05D0 87 A 86 T (79 R*) CVII 1 ωδη ψαλμου] ψαλμος A 2 ασω- μαι | μου 3⁰] + εκεγερθητι (εξηγ. U+05D0c.a) η δοξα μου U+05D0c.aT)