Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν,
  • καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς·
  • καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν,
  • καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.
  • πλεονάκις ἐρρύσατο αὐτούς,
  • αὐτοὶ δὲ παρεπίκραναν ἐν τῇ βουλῇ αὐτῶν,
  • καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.
  • [*](32 παρωργισαν] + αυτον U+05D0c.a ART | εφ] επι A 33 τοις χειλεσιν] pr εν ART U+05D0c.aART 34 εξολεθρ. T | Κυριος] + αυτοις U+05D0c.aART 36 εισκανδαλον A 38 εθυσαν] ων εθυον U+05D0c.a ων εθυσαν AT και εθυσαν R | εφονοκτονηθη] εφο- νοκτηνηθη U+05D0* (εφονοκτον. U+05D0¹) ονοκτονη sup ras Aa εφονοκτη (? κθη) Rvid | αιμασιν] + αυτων A 39 om και εμιανθη...αυτων 2⁰ A (not adscr A?ᵐᵍ) | εμιανθη] + η γη R* 40 επι] εις R* 41 εθνων] εχθρων A* (sup ras) 42 θησαν υπο τας χειρας αυτωl sup ras Aᵃ 43 ερυσατο Τ | παρεπικραναν] + αυτον U+05D0c.aART 43 CVI 2 εν τη βουλη....εχθρου rescr Rᵃ (periit R*))
    360
    [*](U+05D0)

  • καὶ ἴδεν ἐν τῷ θλίβεσθαι αὐτούς,
  • ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·
  • καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ,
  • καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ.
  • καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς
  • ἐναντίον πάντων αἰχμαλωτισάντων αὐτοὺς.
  • σῶσον ἡμᾶς, Κύριε ὁ θεὸς ἡμῶν,
  • καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν,
  • τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι τῷ ἁγίῳ σου.
  • τοῦ ἐνκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
  • εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ
  • ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος·
  • καὶ ἐρεῖ πᾶς ὁ λαός Γένοιτο.
  • [*](ART)[*](44 ιδεν] + κς ARb(vid)T | της δεησεως] τας δεησεις Rᵃ 45 om αυτου 1° A* (hab Aᵃ⁽ᵐᵍ) | μετεμεληθη] pr ras 1 lit (ε ut vid) A 46 οικτειρμους A | εναντιον] ενωπιον Ra | αιχμαλωτισαντων] των αιχμαλωτισ. A των αιχμα- λωτευσαντων RᵃT 47 ημας κε ο θς ημων sup ras et in mg Aa (om ημας A*) | σου τω αγιω AT 48 θς (sic) A | Ισραηλ] pr του Ra) | γενοιτο] + γενοιτο ARa vid b T —Stich 100 U+05D0 104 AT (68 R*))
    361
    [*](U+05D0)

  • Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός.
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου,
  • οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.
  • ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς,
  • ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης
  • ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ,
  • ὁδὸν πόλιν κατοικητηρίου οὐχ εὗρον·
  • πεινῶντες καὶ διψῶντες,
  • ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν.
  • καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς,
  • καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτούς·
  • καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν
  • τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.
  • ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
  • καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.
  • ὅτι ἐχόρτασεν ψυχὴν κενήν,
  • καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.
  • καθημένους ἐν σκότει καὶ σκιῷ θανάτου,
  • πεπεδημένους ἐν πτωχίᾳ καὶ ἐν σιδήρῳ
  • ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ,
  • καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν·
  • καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν,
  • ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν.