Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ,
  • καὶ διέστειλεν τοῖς χείλεσιν αὐτοῦ.
  • οὐκ ἐξωλέθρευσαν τὸ ἔθνη ἃ εἶπεν Κύριος.
  • καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν
  • καὶ ἔμαθον τὰ ἔργα αὐτῶν·
  • καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν,
  • καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον·
  • καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν
  • καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις,
  • καὶ ἐξέχεαν αἷμα ἀθῷον,
  • αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων·
  • ἔθυσαν τοῖς γλυπτοῖς Χανάαν·
  • καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασιν,
  • καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν·
  • καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
  • καὶ ργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ,
  • καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ·