Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
  • [*](B)
  • καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.
  • ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφαλίαν αὐτῆς,
  • οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
  • ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,
  • ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
  • ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται,
  • ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσιν πεδία
  • εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς·
  • ὅριον ἔθου ὃ οὐ παρελεύσονται.
  • οὐδὲ ἀποστρέψουσιν καλύψαι τὴν γῆν.
  • ὁ ἀποστέλλων πηγὰς ἐν φάραγξιν,
  • ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
  • ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ,
  • προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει,
  • ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνὴν.
  • ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ,
  • ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν
  • καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,
  • τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·