Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ·
  • ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
  • ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει,
  • καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
  • τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος
  • ἐπὶ τοὺς φοβουμένους αὐτόν·
  • καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν·
  • τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ,
  • καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
  • Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ,
  • καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
  • εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,
  • δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ,
  • τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
  • εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ,
  • λειτουργοὶ αὐτοῦ ποιοῦντες τὰ θελήματα αὐτοῦ.
  • εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ
  • ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ·
  • εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον.
  • Τῷ Δαυείδ.
  • Εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον·
  • Κύριε, Κύριε, ὁ θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα.
  • ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω,
  • ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον,
  • ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
  • ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ,
  • ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ,
  • ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·