Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εὐλόγει ἡ ψυχὴ μου τὸν κύριον.
  • καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
  • εὐλόγει ἡ ψυχὴ μου τὸν κύριον.
  • καὶ μὴ ἐπιλανθάνου πάσας τὰς αἰνέσεις αὐτοῦ·
  • τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου,
  • τὸν ἰώμενον πάσας τὰς νόσους σου·
  • τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.
  • τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτειρμοίς.
  • τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου·
  • ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
  • ποιῶν ἐλεημοσύνας ὁ κύριος,
  • καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις.
  • ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ.
  • τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
  • οἰκτείρμων καὶ ἐλεήμων ὁ κύριος.
  • μακρόθυμος καὶ πολυέλεος.
  • οὐκ εἰς τέλος ὀργισθήσεται,
  • οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ
  • οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν,
  • οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
  • ὅτι κατὰ τὸ ὄψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς
  • ἐκραταίωσεν Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους
  • αὐτόν·
  • καθʼ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν,
  • ἐμάκρυνεν ἀφʼ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
  • καὶ καθὼς οἰκτείρει πατὴρ υἱούς,
  • οἰκτείρησεν Κύριος τοὺς φοβουμένους αὐτόν,
  • [*](29 οι υιοι] om οι AR | κατασκηνωσωσιν T Stich 54 B 55 U+05D0 56 AT 57 R U+05D0ART CII 1 τω Δ.] pr ψαλμος T 2 επιλανθανε R* | αινεσεις] αποδοσις U+05D0 αντα- ποδοσεις AR T 4 οικτειρμοις] οικτιρμοις BᵇU+05D0c.a οικτιρμω U+05D0* 5 εμπι- πλωντα BᵇAΤ ενπιμπλωντα R 6 πασιν AT 7 τω Μωυση] om τω U+05D0* (hab U+05D0c.a) U+05D0 οικτρμων Bᵇ (‟et alias”) T | πολυελεος] + κ αληθεινος Aᵃ?(ᵐᵍ) 11 κς (sic) T | om αυτου R* (hab Rᵃ) 12 ανομιας] αμαρ- τιας R 13 om και U+05D0c.aART | οικτειρησεν] ωκτειρησεν Bᵃb pr ουτως R*)
    350
    [*](B)

  • ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν·
  • μνήσθητι ὅτι χοῦς ἐσμεν.
  • ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ·
  • ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
  • ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει,
  • καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
  • τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος
  • ἐπὶ τοὺς φοβουμένους αὐτόν·
  • καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν·
  • τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ,
  • καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
  • Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ,
  • καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
  • εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,
  • δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ,
  • τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.