Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι σπδὸν ὡσεὶ ἄρτον ἔφαγον,
  • καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων,
  • ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου.
  • ὅτι ἐπάρας κατέρραξάς με.
  • αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν.
  • καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
  • οὐ δέ, Κύριε. εἰς τὸν αἰῶνα μένεις.
  • καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
  • σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σειών,
  • ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἤκει καιρός.
  • [*](CI 1 εναντιον] ενωπιον U+05D0 εναντι A 2 κε εισακουσον U+05D0AT | τη προσευ· U+05D0ART χην R | ελθετω BcU+05D0c.aR* 3 θλιβομαι U+05D0AT | προς με το ους σου U+05D0AT | om προς με B*vid | αν 2°] α A* (ν superscr Aᵃ?) | επικαλεσομαι A | εισακουσον] επακουσον U+05D0Τ 4 εξελειπον AT 5 επληγη U+05D0* (ν superscr U+05D0c.a) 6 το οστουν] τα οστα R 7 ωμοιωθη A* (ν superscr Aᵃ?) U+05D0 εγενηθην] εγενο- μηνU+05D0c.aAT | ωσει στρουθιον] ωστρουθιον A ως στρ. | μοναζων A 11 κατε- ραξας U+05D0* (κατερρ. U+05D0c.a) T 12 σκιαι U+05D0c.a T | και εγω] κἀγω Bc | εξηρανθησαν U+05D0* (-θην U+05D0c.a) 14 οικτοησης T | Σιων BᵇU+05D0A | καιρος 1⁰] pr ερχεται R*)
    348
    [*](B)

  • ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς,
  • καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν·
  • καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε,
  • καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου·
  • ὅτι οἰκοδομήσει Κύριος τὴν Σειών,
  • καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
  • ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν,
  • καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν.
  • γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν,
  • καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον·
  • ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ,
  • Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν·
  • τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων,
  • τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,
  • τοῦ ἀναγγεῖλαι ἐν Σειὼν τὸ ὄνομα Κυρίου
  • καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἰερουσαλήμ,
  • ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ
  • δουλεύειν τῷ κυρίῳ.
  • ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ
  • Τῆν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι.
  • μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου·
  • ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.
  • κατʼ ἀρχὰς τὴν γῆν σύ, Κύριε, ἐθεμελίωσας,
  • καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
  • αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
  • καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
  • καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται·
  • σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
  • [*](U+05D0ART)[*](15 οικτιρησωσιν T 16 om τα εθνη U+05D0* (hab U+05D0c.a) | σου Κυριε] κυ U+05D0A*vid (σου κε sup ras et in mg Aᵃ) T | βασιλεις] + της γης U+05D0ART 17 κς την Σιων sup ras Aᵃ? Σιων U+05D0 18 ταπεινων] πτωχων U+05D0* (ταπινων U+05D0c.a) R | εξωδενωσεν U+05D0 19 ετεραν] εταιραν U+05D0 | αινεσῃ T 20 εξε- κυψον B* (-ψεν Bᵃᵇ) | υψου U+05D0* (υψους U+05D0c.a) | εξ ουρανου] εκ του ουρανου R | επι] εις R* 21 τον στεναγμον·] του στεναγμου T 22 αναγγειλαι BU+05D0c.aRT (αναγγιλ.)] αναγγεληναι U+05D0* | Σιων BᵇU+05D0A 23 συναχθηναι] επισυναχθηναι U+05D0c.aAT | βασιλειας] βασιλεις U+05D0c.a AT 25 ημερων] pr των R* | εν γενεα γενεων] εις γενεαν και γενεαν R* 26 συ κε την γην ART | om συ Κυριε U+05D0* (hab U+05D0c.a) | των χειρων] om των U+05D0 27 ελιξεις (ελειξ. A)] αλλαξεις U+05D0* αιλιξ. U+05D0c.a ελιξῃς Τ | αλλαγησονται] αγαλλησονται A*(improb A?) 28 συ] σοι A | εκλειψωσιν Τ)
    349

  • οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν,
  • καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.